Add parallel Print Page Options

11 Σὺ δέ, ὦ ἄνθρωπε [a]θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, [b]πραϋπαθίαν. 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13 παραγγέλλω σοι ἐνώπιον τοῦ θεοῦ τοῦ [c]ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16 ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν.

17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ [d]ἐπὶ [e]θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς [f]ὄντως ζωῆς.

20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.

Ἡ χάρις [g]μεθ’ ὑμῶν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:11 θεοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
  2. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:11 πραϋπαθίαν WH Treg NIV ] πρᾳότητα RP
  3. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:13 ζῳογονοῦντος WH Treg NIV ] ζωοποιοῦντος RP
  4. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:17 ἐπὶ WH Treg NIV ] ἐν τῷ RP
  5. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:17 θεῷ WH Treg NIV ] + τῷ ζῶντι RP
  6. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:19 ὄντως WH Treg NIV ] αἰωνιόυ RP
  7. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 6:21 μεθ᾽ ὑμῶν WH Treg NIV ] μετὰ σοῦ Ἀμήν RP